Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.12 Dem. 36.14 (English) >>Dem. 36.18

36.13καίτοι εἰ, ἣν πατὴρ παρέσχεν, ὑπὸ τοῦδʼ ἀπεστερεῖτο, αὐτὸν νῦν προσῆκεν ἐκείνοις ἄλλοθεν πορίσαντα δεδωκέναι. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐμίσθωσεν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, καὶ οὐδὲ τούτοις παρέδωκεν ἰδίαν ἀφορμήν, ἀλλὰ τὰς παρακαταθήκας καὶ τὴν ἀπὸ τούτων ἐργασίαν αὐτὴν ἐμισθώσαντο, λαβέ μοι τὴν τούτων μαρτυρίαν, καὶ ὡς τὸ ἀσπιδοπηγεῖον εἵλετο.Μαρτυρία

36.14μεμαρτύρηται μὲν τοίνυν ὑμῖν, ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τούτοις ἐμίσθωσαν καὶ οὐ παρέδωκαν ἰδίαν ἀφορμὴν οὐδεμίαν, καὶ ἐλευθέρους ἀφεῖσαν ὡς μεγάλʼ εὖ πεπονθότες, καὶ οὐκ ἐδικάζοντʼ οὔτʼ ἐκείνοις τότʼ οὔτε τούτῳ. ὃν μὲν τοίνυν χρόνον μήτηρ ἔζη, πάντʼ ἀκριβῶς ταῦτʼ εἰδυῖα, οὐδὲν ἔγκλημα πώποτʼ ἐποιήσατο πρὸς τουτονὶ Φορμίωνʼ Ἀπολλόδωρος· ὡς δʼ ἐτελεύτησεν ἐκείνη, τρισχιλίας ἐγκαλέσας ἀργυρίου δραχμὰς πρὸς αἷς ἔδωκεν ἐκείνη δισχιλίαις τοῖς τούτου παιδίοις, καὶ χιτωνίσκον τινὰ καὶ θεράπαιναν, ἐσυκοφάντει. 36.15καὶ οὐδʼ ἐνταῦθα τούτων οὐδὲν ὧν νῦν ἐγκαλεῖ λέγων φανήσεται. ἐπιτρέψας δὲ τῷ τε τῆς ἑαυτοῦ γυναικὸς πατρὶ καὶ τῷ συγκηδεστῇ τῷ αὑτοῦ καὶ Λυσίνῳ καὶ Ἀνδρομένει, πεισάντων τούτων Φορμίωνα τουτονὶ δοῦναι δωρεὰν τὰς τρισχιλίας καὶ τὸ προσόν, καὶ φίλον μᾶλλον ἔχειν τοῦτον διὰ ταῦτʼ ἐχθρὸν αὐτὸν εἶναι, λαβὼν τὸ σύμπαν πεντακισχιλίας, καὶ πάντων ἀφεὶς τῶν ἐγκλημάτων τὸ δεύτερον εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐλθών,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.12 Dem. 36.14 (English) >>Dem. 36.18

Powered by PhiloLogic